Cucumis - Besplatan online poslužitelj za prevođenje
. .



Originalan tekst - Starogrčki - ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται...

Trenutni statusOriginalan tekst
Ovaj tekst je dostupan u sljedećim jezicima: Starogrčki
Traženi prijevodi: Grčki

Kategorija Društvo / Ljudi / Politika

Naslov
ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται...
Tekst kojeg treba prevesti
Poslao ευμορφιλη
Izvorni jezik: Starogrčki

ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δ᾽ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι. 37 βούλομαι δέ, ὥσπερ ὑπεθέμην, ἐπειδὴ περὶ τῶν νόμων εἴρηκα, πάλιν τὸ μετὰ τοῦτο ἀντεξετάσαι τοὺς τρόπους τοὺς Τιμάρχου, ἵν᾽ εἰδῆτε ὅσον διαφέρουσι τῶν νόμων τῶν ὑμετέρων. δέομαι δ᾽ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, συγγνώμην ἔχειν, ἐὰν ἀναγκαζόμενος λέγειν περὶ ἐπιτηδευμάτων φύσει μὲν μὴ καλῶν, τούτῳ δὲ πεπραγμένων, ἐξαχθῶ τι ῥῆμα εἰπεῖν ὅ ἐστιν ὅμοιον τοῖς ἔργοις τοῖς Τιμάρχου.
25 rujan 2013 09:16